Ancient Greek · ~4 min
11 to 15
LYCUS RHEGINUS, Fragmenta 11-15
Not analysed yet
Λύκον δὲ περὶ τὴν ἐν Μύλαις (λίμνην) τῆς Σικελίας δένδρα φύεσθαι (s. Καλλίμαχός φησι), διὰ μέσης δ ̓ αὐτῆς ἀναθεῖν (ἀναζεῖν Bentl.) ὕδωρ τὸ μὲν ψυχρὸν, τὸ δὲ τοὐναντίον. Ἐν δὲ τῇ Λεοντίνων ἱστορεῖν Λύκον τοὺς ὀνομαζομένους*, ἀναζεῖν μὲν ὡς θερμότατον τῶν ἑψομένων, τὰς δὲ πηγὰς εἶναι ψυχράς· τῶν δὲ πλησιαζόντων αὐτοῖς τὸ μὲν τῶν ὀρνίθων γένος ἀποθνήσκειν εὐθὺς, τοὺς δὲ ἀνθρώπους μετὰ τρίτην ἡμέραν. Ἀβρότονον Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ (XVII, p. 835) πόλιν φησὶ καὶ ἄλλοι. Πόλις δὲ Λιβυφοινίκων. Λύκος ἱστορεῖ . . . ἐν Λιβύη τὰ κτήνη τὸν μὲν ἄλλον χρόνον τὰ μὲν αὐτοῖς ἐναντία, τὰ δ ̓ ὡς ἔτυχεν κοιμᾶσθαι, τῇ δὲ νυκτὶ, καθ ̓ ἣν τοῦ κυνὸς ἀναοτλὴ γίνεται, πρὸς αὐτὸ τὸ ἄστρον ἐστραμμένα, καὶ τούτῳ τεκμηρίῳ τῆς ἐπιτολῆς τοὺς ἐκεῖ χρῆσθαι. ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναώς, sc. Πτολεμαῖος Φιλάδελφος] Ὅτι πολλοὺς ναοὺς ἱδρύσατο καὶ Λύκος (Λύκως cod.) δ ̓ ἐν τῷ Περὶ τοῦ Νέστορος** ἐποίησεν ὁ Φιλάδελφος, φησὶν οὕτως· «ᾨκοδόμησε καὶ τῶν γονέων ἀμφοτέρων παμμεγέθη ναὸν, καὶ ταῖς ἀδελφαῖς Ἀρσινόῃ καὶ Φιλωτέρᾳ (φωτῆρα cod.) **.»