Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_LYCUS_RHEGINUS
LYCUS RHEGINUS, Fragmenta 9
Not analysed yet
Λύκον δὲ τὸν Ῥηγῖνον λέγειν τὴν μὲν ἐν τῇ Σικανῶν χώρᾳ (κρήνην), φέρειν ὄξος, ᾧπερ ἐπὶ τῶν ἐκεσμάτων χρῶνται, τὴν δὲ ἐν Μυτιστράτῳ οἷον ἐλαίῳ ῥεῖν· τοῦτο δ ̓ ἔν τε τοῖς λύχνοις κάεσθαι καὶ δύνασθαι φύματα καὶ ψώραν ἰᾶσθαι, κροσαγορευόμενον Μυτιστράτιον· πλησίον δὲ εἶναι τὴν ἀπὸ μὲν, ἀρκτούρου μέχρι πλειάδος ἀναβάλλουσαν οὐδενὸς χεῖρον τῶν ἄλλων ὑδάτων, ἀπὸ δὲ πλειάδος μέχρι πρὸς ἀρκτοῦρον τῆς μὲν ἡμέρας καπνὸν ἀναφέρουσαν καὶ πνέουσαν θερμὸν, ἐν δὲ τῇ νυκτὶ φλογὸς πληρουμένην.