Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_LYCUS_RHEGINUS
LYCUS RHEGINUS, Fragmenta 6
Not analysed yet
Ἔδεκτο τὸν αἰπόλον εὐρέαλάρναξ κτλ.] Λύκος (sic Toup. ; libri Λύκιος) φησὶ τῆς Θουρίας ὄρος θαλαμὸν, ὑφ ̓ ὅἄντρον τῶν Νυμφῶν. Καλοῦσι δὲ αὐτὸ Ἀλουσίας οἱ ἐπιχώριοι, ἀπὸ τοῦ παραρρέοντος Ἀλουσίου ποταμοῦ. Ἐν τούτῳ ποιμὴν ἐπιχώριος δεσπότου θρέμματα βόσκων, ἔθυε συχνῶς ταῖς Μούσαις. Οὗ χάριν δυσχεράνας ὁ δεσπότης εἰς λάρνακα κατακλείσας αὐτὸν ἀπέθετο. Τούτῳ δ ̓ ἐδίσταξεν ὁ δεσπότης βουλευόμενος εἰ σώσειαν αὐτὸν αἱ Μοῦσαι. Παραδραμόντος δὲ διμηνιαίου χρόνου, παραγενόμενος καὶ τὰ ζύγαστρα τοῦ λάρνακος διανοίξας, ζῶντα κατείληφε, καὶ τὴν λάρνακα πεπληρωμένην κηρίων εὗρεν.