Ancient Greek · ~2 min
7 to 8
LYCUS RHEGINUS, Fragmenta 7-8
Not analysed yet
Λύκος δὲ πολυχρονίους φησὶν εἶναι τοὺς Κυρνίους, (οἱκοῦσι δ ̓ οὗτοι περὶ Σαρδόνα,) διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι· πλεῖστον δὲ τοῦτο γίνεται παρ ̓ αὐτοῖς. Περὶ δὲ τῶν ποταμῶν καὶ κρηνῶν Λύκον μέν φησιν (Καλλίμαχος) λέγειν, ὅτι ὁ μὲν Κάμικος θαλάττης ζεούσης ῥεῖ, ὁ δὲ Κάπαιος καὶ Κριμισὸς ὅτι τὰ μὲν ἐπιπολῆς τῶν ὑδάτων εἰσὶ ψυχροὶ, τὰ δὲ κάτω θερμοὶ, τὸν δ ̓ Ἱμέραν ἐκ μιᾶς πηγῆς σχιζόμενον τὸ μὲν ἁλυκὸν τῶν ῥείθρων ἔχειν, τὸ δὲ πότιμον.