Ancient Greek · ~1 min
Section 11
Lysias, κατὰ Νικομάχου γραμματέως εὐθυνῶν κατηγορία 11
Not analysed yet
δεδιότες μὴ οὐκ ἀποκτείνωσιν ἐν τῷ δικαστηρίῳ, πείθουσι Νικόμαχον νόμον ἀποδεῖξαι ὡς χρὴ καὶ τὴν βουλὴν συνδικάζειν. καὶ ὁ πάντων οὗτος πονηρότατος οὕτως φανερῶς συνεστασίασεν, ὥστε τῇ ἡμέρᾳ ᾗ ἡ κρίσις ἐγένετο ἀποδεῖξαι τὸν νόμον.