Ancient Greek · ~1 min
Section 12
Lysias, κατὰ Νικομάχου γραμματέως εὐθυνῶν κατηγορία 12
Not analysed yet
Κλεοφῶντος τοίνυν, ὦ ἄνδρες δικασταί, ἕτερα μὲν ἄν τις ἔχοι κατηγορῆσαι· τοῦτο δὲ παρὰ πάντων ὁμολογεῖται, ὅτι οἱ καταλύοντες τὸν δῆμον ἐκεῖνον ἐβούλοντο μάλιστα τῶν πολιτῶν ἐκποδὼν γενέσθαι, καὶ ὅτι Σάτυρος καὶ Χρέμων οἱ τῶν τριάκοντα γενόμενοι οὐχ ὑπὲρ ὑμῶν ὀργιζόμενοι Κλεοφῶντος κατηγόρουν, ἀλλʼ ἵνα ἐκεῖνον ἀποκτείναντες αὐτοὶ αὑτοὶ ὑμᾶς κακῶς ποιῶσι.