Ancient Greek · ~1 min
Section 31
Lysias, Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία 31
Not analysed yet
ἐγὼ γὰρ τὰ ἐμοὶ προστεταγμένα ἅπαντα προθυμότερον πεποίηκα ἢ ὡς ὑπὸ τῆς πόλεως ἠναγκαζόμην, καὶ τριηραρχῶν καὶ εἰσφορὰς εἰσφέρων καὶ χορηγῶν καὶ τἆλλα λῃτουργῶν οὐδενὸς ἧττον πολυτελῶς τῶν πολιτῶν.