Ancient Greek · ~1 min
Section 32
Lysias, Ἀρεοπαγιτικὸς περὶ τοῦ σηκοῦ ἀπολογία 32
Not analysed yet
καίτοι ταῦτα μὲν μετρίως ποιῶν ἀλλὰ μὴ προθύμως οὔτʼ ἂν περὶ φυγῆς οὔτʼ ἂν περὶ τῆς ἄλλης οὐσίας ἠγωνιζόμην, πλείω δʼ ἂν ἐκεκτήμην, οὐδὲν ἀδικῶν οὐδʼ ἐπικίνδυνον ἐμαυτῷ καταστήσας τὸν βίον· ταῦτα δὲ πράξας, ἃ οὗτός μου κατηγορεῖ, ἐκέρδαινον μὲν οὐδέν, ἐμαυτὸν δʼ εἰς κίνδυνον καθίστην.