Ancient Greek · ~1 min
Section 4
Lysias, ὑπὲρ Καλλίου ἱεροσυλίας ἀπολογία 4
Not analysed yet
ἴσασι γὰρ ὅτι, ἐὰν μὲν ψευδόμενοι ἐλεγχθῶσιν, οὐδὲν μεῖζον τῶν ὑπαρχόντων πείσονται, ἐὰν δὲ ἐξαπατήσωσι, τῶν παρόντων κακῶν ἔσονται ἀπηλλαγμένοι. καίτοι τοὺς τοιούτους οὔτε κατηγόρους οὔτε μάρτυρας πιστοὺς χρὴ νομίζειν εἶναι, οἵτινες αὐτοὶ μεγάλα κερδαίνοντες περὶ ἑτέρων ποιοῦνται τοὺς λόγους, ἀλλὰ πολὺ μᾶλλον ὅσοι τῷ δημοσίῳ βοηθοῦντες εἰς κινδύνους σφᾶς αὐτοὺς καθιστᾶσιν.