Ancient Greek
Section 5
Lysias, ὑπὲρ Καλλίου ἱεροσυλίας ἀπολογία 5
Not analysed yet
ἄξιον δέ μοι δοκεῖ εἶναι οὐ τούτων ἴδιον ἡγεῖσθαι τὸν ἀγῶνα, ἀλλὰ κοινὸν ἁπάντων τῶν ἐν τῇ πόλει· οὐ γὰρ τούτοις μόνοις εἰσὶ θεράποντες, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, οἳ πρὸς τὴν τούτων τύχην ἀποβλέποντες οὐκέτι σκέψονται ὅ τι ἂν ἀγαθὸν εἰργασμένοι τοὺς δεσπότας ἐλεύθεροι γένοιντο, ἀλλʼ ὅ τι ψεῦδος περὶ αὐτῶν μηνύσαντες