Ancient Greek
Section 10
Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 10
Not analysed yet
ἐκεῖνα δὲ τούτων ἱκανά) πρῶτον μὲν ἅπαντα διʼ ὑμῶν πράξαντά με περὶ τῆς θέσεως τοῦ ἵππου πρὸς Ἡγέμαχον, κάμνοντα τὸν ἵππον ἀνάγειν με βουλόμενον Διόδωρος οὑτοσὶ ἀποτρέπειν ἐπειρᾶτο, φάσκων οὐδὲν ἀντιλέξειν περὶ τῶν δώδεκα μνῶν Πολυκλέα, ἀλλʼ ἀποδώσειν. τότε λέγων ταῦτα, μετὰ τὸν θάνατον τοῦ ἵππου κατέστη τελευτῶν ἀντίδικος μετὰ τούτων, λέγων ὡς οὐ δίκαιόν με εἴη κομίσασθαι τὸ ἀργύριον.