Ancient Greek
Section 9
Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 9
Not analysed yet
ἔπειτα κακὸς ἂν εἴην, εἰ ταὐτὰ ποιήσαιμι αὐτὸν ἅπερ ἐκεῖνος ὑμᾶς. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, ἐφʼ οἷσπερ ὑμεῖς ἐλέγετε πρὸς ἐκεῖνον. ἐκεῖνος μὲν γὰρ ἐμοὶ χαριζόμενος ἀπήγγειλε τοῖς ἐμοῖς ἀναγκαίοις, ὑμεῖς δὲ βλάπτειν ἐμὲ βουλόμενοι πρὸς ἐκεῖνον ἐλέγετε. καὶ ταῦτα εἰ μὲν ἠπίστουν, ἐξελέγχειν ἂν ἐζήτουν· νῦν δὲ (ξυμβαίνει γὰρ καὶ ταῦτα τοῖς πρὸ τοῦ, καὶ ἐμοὶ σημεῖα ταῦτα μὲν ἐκείνων ἐστίν,