Ancient Greek
Section 17
Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 17
Not analysed yet
πάντʼ εἴρηκα πρὸς ὑμᾶς. κατὰ τί δὴ ταῦτα οὐκ ἐφυλαττόμην; εὔηθές τι ἔπαθον. ᾤμην γὰρ ἀπόθετος ὑμῖν εἶναι φίλος τοῦ μηδὲν ἀκοῦσαι κακὸν διʼ αὐτὸ τοῦτο, διότι πρὸς ἐμὲ τοὺς ἄλλους ἐλέγετε κακῶς, παρακαταθήκην ἔχων ὑμῶν παρʼ ἑκάστου λόγους πονηροὺς περὶ ἀλλήλων.