Ancient Greek
Section 18
Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 18
Not analysed yet
ἐγὼ τοίνυν ἑκὼν ὑμῖν ἐξίσταμαι τῆς φιλίας, ἐπεί τοι μὰ τοὺς θεοὺς οὐκ οἶδʼ ὅ τι ζημιωθήσομαι μὴ ξυνὼν ὑμῖν· οὐδὲ γὰρ ὠφελούμην ξυνών. πότερον γάρ, ὅταν ᾖ τί μοι πρᾶγμα, τότε ποθέσομαι τὸν ἐροῦντα καὶ τοὺς μαρτυρήσοντας; καὶ νῦν ἀντὶ μὲν τοῦ λέγειν ὑπὲρ ἐμοῦ τὸν λέγοντα πειρᾶσθε ἀντὶ δὲ τοῦ βοηθεῖν ἐμοὶ καὶ μαρτυρεῖν τὰ δίκαια ξύνεστε τοῖς ἐμοῖς ἀντιδίκοις καὶ μαρτυρεῖτε.