Ancient Greek
Section 4
Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 4
Not analysed yet
καὶ ταῦτα πρὸς τούτους ἡμᾶς διαβάλλειν, οὓς πρὸς ἡμᾶς αὐτοὺς διεβάλλετε; καίτοι οὕτως ἠνωχλεῖτε, ὥστε περὶ πλείονος ἐποιήσατό τις δοκεῖν ἐμοῦ κήδεσθαι, ἢ ἄλλον ἐμοὶ κατειπεῖν. ἃ δʼ ἔλεγε, πάντα μὲν οὐκ ἂν εἴποιμι (καὶ γὰρ ἀκούων ἠχθόμην) οὐδʼ ἂν ὑμῖν ἐπικαλῶν, ὅτι ἐλέγετε κατʼ ἐμοῦ, ταὐτὰ λέξαιμι. καὶ γὰρ ἂν ἀπολύοιμι τῆς αἰτίας ὑμᾶς, εἴπερ ὑμῖν ταὐτὰ λέγοιμι περὶ ἐμαυτοῦ·