Ancient Greek
Section 5
Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 5
Not analysed yet
ἃ δὲ ὑβρίζειν οἰόμενοι ἐμὲ καταγελάστους ὑμᾶς αὐτοὺς ἐποιεῖτε, ταῦτα λέξω. βίᾳ γὰρ ὑμῖν ἐφάσκετέ με ξυνεῖναι καὶ διαλέγεσθαι, καὶ πάντα ποιοῦντες οὐκ ἔχειν ὅπως ἀπαλλαγῆτέ μου, καὶ τὸ τελευταῖον ἀκόντων ὑμῶν Ἐλευσῖνάδε ξυνθεωρεῖν. καὶ ταῦτα λέγοντες οἴεσθε μὲν ἐμὲ κακολογεῖν, ἀποφαίνετε δὲ σκαιοτάτους ἑαυτούς, οἵτινες ὑπὸ τὸν αὐτὸν χρόνον τὸν αὐτὸν ἄνδρα λάθρᾳ μὲν ἐλοιδορεῖτε, φανερῶς δὲ φίλον ἐνομίζετε.