Ancient Greek
Section 8
Lysias, κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν 8
Not analysed yet
καὶ ταῦτα δʼ ὅτε πρὸς τοὺς τελευταίους ἐλέγετʼ οὐκ ᾤεσθε ἀπαγγελεῖν ἡμῖν, κἀνταῦθα σόφισμα καλὸν ἡγούμενοι περιήλθετε πάντας ὑμῶν αὐτῶν κατηγοροῦντες ὅτι πονηροῖς ἑκόντες ὁμιλεῖτε. περὶ μὲν οὖν τοῦ λέγοντος οὐδὲν ἂν περαίνοιτε πυνθανόμενοι. πρῶτον μὲν γὰρ εἰδότες ἐρήσεσθε τὸν εἰπόντα μοι· πῶς γὰρ οὐκ ἴστε πρὸς ὃν ἐλέγετε τὸν λόγον;