Ancient Greek · ~1 min
Section 16
Lysias, περὶ τραύματος ἐκ προνοίας, ὑπὲρ οὗ καὶ πρὸς ὃν ἄδηλον 16
Not analysed yet
ἐκείνη μᾶλλον ἂν ᾔδει. ἔτι δὲ τοὺς μὲν τούτου οἰκέτας ἰδίους ὄντας τούτου εἰ ἐβασανίζομεν, ἀνοήτως ἄν τι τούτῳ χαριζόμενοι καὶ παρὰ τὴν ἀλήθειαν ἐμοῦ κατεψεύσαντο· αὕτη δὲ ὑπῆρχε κοινή, ὁμοίως ἀμφοτέρων ἀργύριον κατατεθηκότων, καὶ μάλιστα ᾔδει· διὰ ταύτην ἅπαντα τὰ πραχθέντα ἡμῖν γεγένηται·