Ancient Greek · ~1 min
Section 17
Lysias, περὶ τραύματος ἐκ προνοίας, ὑπὲρ οὗ καὶ πρὸς ὃν ἄδηλον 17
Not analysed yet
καὶ οὐ λήσει οὐδένʼ ὅτι ταύτης ἔγωγʼ ἄνισον εἶχον βασανισθείσης, ἀλλʼ ἀπεκινδύνευον τοῦτο· πολὺ γὰρ περὶ πλείονος τοῦτον ἢ ἐμὲ φαίνεται ποιησαμένη, καὶ μετὰ μὲν τούτου ἐμὲ ἠδικηκυῖα, μετʼ ἐμοῦ δʼ οὐδεπώποτε εἰς τοῦτον ἐξαμαρτοῦσα. ἀλλʼ ὅμως ἐγὼ μὲν εἰς ταύτην κατέφυγον, οὗτος δὲ οὐκ ἐπίστευσεν αὐτῇ.