Ancient Greek
Section 7
Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον 7
Not analysed yet
ῥᾴδιον δὲ γνῶναι ἐκ τοῦ τιμήματος τοῦ ἐπιγεγραμμένου τοῖς χρήμασιν. ἅπαντα μὲν γὰρ πλείονος ἢ ταλάντου τετίμηνται, ὧν δʼ ἐγὼ ἀμφισβητῶ τῷ μὲν πέντε μνᾶς τῷ δὲ χιλίας δραχμὰς ἐπεγραψάμην· καὶ εἰ πλείονος ἄξιά ἐστιν ἢ τοσούτου, ἀποκηρυχθέντων τὸ περιττὸν ἡ πόλις λήψεται.