Ancient Greek
Section 8
Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον 8
Not analysed yet
ἵνα οὖν εἰδῆτε ὅτι ταῦτα ἀληθῆ ἐστι, μάρτυρας ὑμῖν παρέξομαι πρῶτον μὲν τοὺς μεμισθωμένους παρʼ ἐμοῦ τὸ Σφηττοῖ χωρίον, ἔπειτα τοῦ Κικυννοῖ τοὺς γείτονας, οἳ ἴσασιν ἡμᾶς ἤδη τρία ἔτη ἀμφισβητοῦντας, ἔτι δὲ τούς τε πέρυσιν ἄρξαντας, πρὸς οὓς αἱ δίκαι ἐλήχθησαν, καὶ τοὺς νῦν ναυτοδίκας.