Ancient Greek
Section 9
Lysias, περὶ τῶν Ἐράτωνος χρημάτων: πρὸς τὸ δημόσιον 9
Not analysed yet
ἀναγνωσθήσονται δὲ ὑμῖν καὶ αὗται αἱ ἀπογραφαί· ἐκ τούτων γὰρ μάλιστα γνώσεσθε ὅτι οὔτε νεωστὶ ταῦτα τὰ χρήματα ἀξιοῦμεν ἡμέτερα εἶναι, οὔτε νυνὶ τῷ δημοσίῳ πλειόνων ἀμφισβητοῦμεν ἢ τῷ ἔμπροσθεν χρόνῳ τοῖς ἰδιώταις. καί μοι κάλει μάρτυρας.