Ancient Greek
Section 21
Lysias, ἀπολογία δωροδοκίας ἀπαράσημος 21
Not analysed yet
οὗτοι μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐν τῷ δήμῳ κατείποιεν ὑμῖν τὰ σφέτερʼ αὐτῶν ἐπιτηδεύματα· οὐ γὰρ ἂν ἔχοιμι ὅ τι τούτου μεῖζον αὐτοῖς εὐξαίμην κακόν· ἐγὼ δʼ ὑμῶν δέομαι καὶ ἱκετεύω καὶ ἀντιβολῶ μὴ καταγνῶναι δωροδοκίαν ἐμοῦ, μηδʼ ἡγήσασθαι τοσαῦτα χρήματα εἶναι, διʼ ἃ ἐγὼ βουληθείην ἄν τι κακὸν τῇ πόλει γενέσθαι.