Ancient Greek
Section 22
Lysias, ἀπολογία δωροδοκίας ἀπαράσημος 22
Not analysed yet
μαινοίμην γὰρ ἄν, ὦ ἄνδρες δικασταί, εἰ τὴν μὲν πατρῴαν οὐσίαν φιλοτιμούμενος εἰς ὑμᾶς ἀναλίσκοιμι, ἐπὶ δὲ τῷ τῆς πόλεως κακῷ παρὰ τῶν ἄλλων δωροδοκοίην. ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὐκ οἶδʼ οὕστινας ἢ ὑμᾶς ἐβουλήθην περὶ ἐμοῦ δικαστὰς γενέσθαι, εἴπερ χρὴ τοὺς εὖ πεπονθότας περὶ τῶν εὖ πεποιηκότων εὔχεσθαι τὴν ψῆφον φέρειν.