Ancient Greek
Section 5
Lysias, ἀπολογία δωροδοκίας ἀπαράσημος 5
Not analysed yet
νενίκηκα δὲ τριήρει μὲν ἁμιλλώμενος ἐπὶ Σουνίῳ, ἀναλώσας πεντεκαίδεκα μνᾶς· χωρὶς δὲ ἀρχιθεωρίας καὶ Ἐρρηφορίας καὶ ἄλλα τοιαῦτα, εἰς ἃ ἐμοὶ δεδαπάνηται πλέον ἢ τριάκοντα μναῖ. καὶ τούτων ὧν κατέλεξα, εἰ ἐβουλόμην κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ λῃτουργεῖν, οὐδʼ ἂν τὸ τέταρτον μέρος ἀνήλωσα. τὸν δὲ χρόνον ὃν ἐτριηράρχουν,