Ancient Greek
Section 6
Lysias, ἀπολογία δωροδοκίας ἀπαράσημος 6
Not analysed yet
ἡ ναῦς ἄριστά μοι ἔπλει παντὸς τοῦ στρατοπέδου. τεκμήριον δὲ τούτου ὑμῖν μέγιστον ἐρῶ. πρῶτον μὲν γὰρ Ἀλκιβιάδης, ὃν ἐγὼ περὶ πολλοῦ ἂν ἐποιησάμην μὴ συμπλεῖν μοι, οὔτε φίλος ὢν οὔτε συγγενὴς οὔτε φυλέτης ἔπλει ἐπὶ τῆς ἐμῆς νεώς.