Ancient Greek
Section 8
Lysias, ἀπολογία δωροδοκίας ἀπαράσημος 8
Not analysed yet
τοὺς δὲ μετὰ Θρασύλλου δέκα ἕλεσθε, οὗτοι πάντες ἐβούλοντο ἐπὶ τῆς ἐμῆς νεὼς πλεῖν, ἀνέβη μέντοι πολλῶν λοιδοριῶν αὐτοῖς γενομένων Ἀρχέστρατος ὁ Φρεάρριος· ἀποθανόντος δὲ τούτου ἐν Μυτιλήνῃ Ἐρασινίδης μετʼ ἐμοῦ συνέπλει. καίτοι οὕτω παρεσκευασμένην τριήρη πόσα οἴεσθε ἀνηλωκέναι χρήματα;