Ancient Greek
Section 9
Lysias, ἀπολογία δωροδοκίας ἀπαράσημος 9
Not analysed yet
ἢ πόσα τοὺς πολεμίους εἰργάσθαι κακά; ἢ πόσα τὴν πόλιν εὖ πεποιηκέναι; τεκμήριον δὲ τούτου μέγιστον· ὅτε γὰρ ἐν τῇ τελευταίᾳ ναυμαχία αἱ νῆες διεφθάρησαν, οὐδενός μοι συμπλέοντος στρατηγοῦ (ἵνα καὶ τούτου μνησθῶ, ἐπειδὴ καὶ τοῖς τριηράρχοις ὠργίσθητε διὰ τὴν γενομένην συμφοράν) ἐγὼ τήν τε ἐμαυτοῦ ναῦν ἐκόμισα καὶ τὴν Ναυσιμάχου τοῦ Φαληρέως ἔσωσα.