Ancient Greek · ~1 min
Section 24
Lysias, ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 24
Not analysed yet
παραλαβὼν δʼ ὡς οἷόν τε ἦν πλείστους ἐκ τῶν παρόντων ἐβάδιζον. καὶ δᾷδας λαβόντες ἐκ τοῦ ἐγγύτατα καπηλείου εἰσερχόμεθα, ἀνεῳγμένης τῆς θύρας καὶ ὑπὸ τῆς ἀνθρώπου παρεσκευασμένης. ὤσαντες δὲ τὴν θύραν τοῦ δωματίου οἱ μὲν πρῶτοι εἰσιόντες ἔτι εἴδομεν αὐτὸν κατακείμενον παρὰ τῇ γυναικί, οἱ δʼ ὕστερον ἐν τῇ κλίνῃ γυμνὸν ἑστηκότα.