Ancient Greek · ~1 min
Section 25
Lysias, ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 25
Not analysed yet
ἐγὼ δʼ, ὦ ἄνδρες, πατάξας καταβάλλω αὐτόν, καὶ τὼ χεῖρε περιαγαγὼν εἰς τοὔπισθεν καὶ δήσας ἠρώτων διὰ τί ὑβρίζει εἰς τὴν οἰκίαν τὴν ἐμὴν εἰσιών. κἀκεῖνος ἀδικεῖν μὲν ὡμολόγει, ἠντεβόλει δὲ καὶ ἱκέτευε μὴ ἀποκτεῖναι ἀλλʼ ἀργύριον πράξασθαι. ἐγὼ δʼ εἶπον ὅτι οὐκ ἐγώ σε ἀποκτενῶ,