Ancient Greek · ~1 min
Section 42
Lysias, ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 42
Not analysed yet
καίτοιγε εἰ προῄδη, οὐκ ἂν δοκῶ ὑμῖν καὶ θεράποντας παρασκευάσασθαι καὶ τοῖς φίλοις παραγγεῖλαι, ἵνʼ ὡς ἀσφαλέστατα μὲν αὐτὸς εἰσῄα (τί γὰρ ᾔδη εἴ τι κἀκεῖνος εἶχε σιδήριον;) ,ὡς μετὰ πλείστων δὲ μαρτύρων τὴν τιμωρίαν ἐποιούμην; νῦν δʼ οὐδὲν εἰδὼς τῶν ἐσομένων ἐκείνῃ τῇ νυκτί, οὓς οἷός τε ἦ παρέλαβον. καί μοι ἀνάβητε τούτων μάρτυρες.