Ancient Greek · ~1 min
Section 43
Lysias, ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογία 43
Not analysed yet
Μάρτυρες τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες· σκέψασθε δὲ παρʼ ὑμῖν αὐτοῖς οὕτως περὶ τούτου τοῦ πράγματος, ζητοῦντες εἴ τις ἐμοὶ καὶ Ἐρατοσθένει ἔχθρα πώποτε γεγένηται πλὴν ταύτης. οὐδεμίαν γὰρ εὑρήσετε.