Ancient Greek · ~2 min
Section 51
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 51
Not analysed yet
Ψηφίσματα. Γνῶσις. ὡς μὲν οὖν οὐκ ἀπέγραψεν, οὐδενὶ τρόπῳ δύναιτʼ ἂν ἀποδεῖξαι· δεῖ τοίνυν αὐτὸν ὡς δικαίως ἐμήνυσε ταῦτα ἀποφαίνειν, ὁρῶν αὐτοὺς πονηρὰ καὶ οὐκ ἐπιτήδεια τῷ δήμῳ τῷ ὑμετέρῳ πράττοντας. οἴομαι δʼ οὐδʼ ἂν τοῦτο αὐτὸν ἐπιχειρῆσαι ἀποδεικνύναι. οὐ γὰρ δήπου, εἴ τι κακὸν τὸν δῆμον τὸν Ἀθηναίων εἰργάσαντο, οἱ τριάκοντα, δεδιότες μὴ καταλυθείη ἂν ὁ δῆμος, τιμωροῦντες ὑπὲρ τοῦ δήμου ἂν αὐτοὺς ἀπέκτειναν, ἀλλʼ οἶμαι πολὺ τοὐναντίον τούτου.