Ancient Greek · ~2 min
Section 52
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 52
Not analysed yet
ἀλλʼ ἴσως φήσει ἄκων τοσαῦτα κακὰ ἐργάσασθαι. ἐγὼ δʼ οὐκ οἶμαι, ὦ ἄνδρες δικασταί, οὐδʼ ἐάν τις ὑμᾶς ὡς μάλιστα ἄκων μεγάλα κακὰ ἐργάσηται, ὧν μὴ οἷόν τε γενέσθαι ἐστὶν ὑπερβολήν, οὐ τούτου ἕνεκα οὐ δεῖν ὑμᾶς ἀμύνεσθαι. εἶτα δὲ καὶ ἐκείνων μέμνησθε, ὅτι ἐξῆν Ἀγοράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν κομισθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο Μουνιχίασι, σωθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο καὶ οἱ ἐγγυηταὶ ἕτοιμοι ἦσαν συναπιέναι.