Ancient Greek · ~2 min
Section 85
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 85
Not analysed yet
ἀκούω δʼ αὐτὸν καὶ τούτῳ διισχυρίζεσθαι, ὅτι ἐπʼ αὐτοφώρῳ τῇ ἀπαγωγῇ ἐπιγέγραπται, ὃ πάντων ἐγὼ οἶμαι εὐηθέστατον· ὡς εἰ μὲν τὸ ἐπʼ αὐτοφώρῳ μὴ προσεγέγραπτο, ἔνοχος ἂν ὢν τῇ ἀπαγωγῇ· διότι δὲ τοῦτο προσγέγραπται, ῥᾳστώνην τινὰ οἴεται αὑτῷ εἶναι. τοῦτο δὲ οὐδὲν ἄλλο ἔοικεν ἢ ὁμολογεῖν ἀποκτεῖναι, μὴ ἐπʼ αὐτοφώρῳ δέ, καὶ περὶ τούτου διισχυρίζεσθαι, ὥσπερ, εἰ μὴ ἐπʼ αὐτοφώρῳ μέν, ἀπέκτεινε δέ, τούτου ἕνεκα δέον αὐτὸν σῴζεσθαι.