Ancient Greek · ~1 min
Section 86
Lysias, κατὰ Ἀγοράτου ἐνδείξεως 86
Not analysed yet
δοκοῦσι δʼ ἔμοιγε οἱ ἕνδεκα οἱ παραδεξάμενοι τὴν ἀπαγωγὴν ταύτην, οὐκ οἰόμενοι Ἀγοράτῳ συμπράττειν καὶ τότε διισχυριζομένῳ, σφόδρα ὀρθῶς ποιῆσαι Διονύσιον τὴν ἀπαγωγὴν ἀπάγοντʼ ἀναγκάζοντες τό γε προσγράψασθαι ἐπʼ αὐτοφώρῳ· ἢ πῶς οὐκ ἂν εἴη ὃς πρῶτον μὲν ἐναντίον πεντακοσίων ἐν τῇ βουλῇ, εἶτα πάλιν ἐναντίον Ἀθηναίων ἁπάντων ἀπογράψας τινὰς ἀποκτείνειε καὶ αἴτιος γένοιτο τοῦ θανάτου;