Ancient Greek
Dfhg-Source dfhg3_LYSIMACHUS_ALEXANDRINUS
LYSIMACHUS ALEXANDRINUS, Fragmenta 11
Not analysed yet
Διαπεφωνήκασι δὲ καὶ περὶ τῆς αὐτοῦ μητρός . . . Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ δευτέρῳ τῶν Νόστων κατὰ λέξιν λέγων· «Σουίδας γὰρ καὶ Ἀριστοτέλης, οἱ περὶ Εὐβοίας πεπραγματευμένοι, καὶ ὁ τοὺς Φρυγίους λόγους γράψας καὶ Δαίμαχος καὶ Διονύσιος ὁ Χαλκιδεὺς οὐ τὴν περὶ Ἀχιλλέως διεσπαρμένην ἀφῆκαν ἡμῖν ἐπὶ χώρας δόξαν· ἀλλὰ τοὐναντίον οἱ μὲν ἐκ Θέτιδος αὐτὸν νομίζουσι γεγονέναι τῆς Χείρωνος, Δηίμαχος δὲ ἐκ Φιλομήλης τῆς Ἄκτορος· ἄλλοι δὲ ἄλλως περὶ αὐτοῦ ἀποφαίνονται.»