Ancient Greek
Dfhg-Source dfhg3_LYSIMACHUS_ALEXANDRINUS
LYSIMACHUS ALEXANDRINUS, Fragmenta 10
Not analysed yet
Ἀθηναῖον δ ̓ ὅρος ἔλαβε τὴν προσηγορίαν ἀπ ̓ Ἀθηνᾶς. Μετὰ γὰρ τὴν τοῦ Ἰλίου πόρθησιν Διομήδης, εἰς Ἄργος ὑποστρέψας, εἰς τὸν Κεραύνιον ἀνέβη λόφον, καὶ τέμενος Ἀθηνᾶς κατασκευάσας, τὸ ὄρος ἀπὸ τῆς θεᾶς Ἀθηναῖον μετωνόμασε. Τεννᾶται δ ̓ ἐν τῇ ἀκρωρείᾳ ῥίζα παρόμοιος πηγάνῳ· ἣν ἐὰν γυνὴ φάγῃ τις κατ ̓ ἄγνοιαν, ἐμμανὴς γίνεται· καλεῖται δ ̓ Ἀδράστεια· καθὼς ἱστορεῖ Πλησίμαχος (scr. Λυσίμαχος) ἐν β’ Νόστων.