Ancient Greek
Dfhg-Source dfhg3_LYSIMACHUS_ALEXANDRINUS
LYSIMACHUS ALEXANDRINUS, Fragmenta 19
Not analysed yet
Αἰχμαλωτίδων (Trojanarum) . . . τὰς μὲν Ἀρκὰς. Τὰς δὲ Θεσσαλὸς λεὼς εἴληχ ̓ Ἀθηναίων τε Θησεῖδαι πρόμοι] Ἔνιοι ταῦτά φασι κατὰ (πρὸς in schol. Ad v. 16, ubi eadem) χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων, ἀλλὰ μόνην τὴν Αἴθραν, δι ̓ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον Μενεσθέως ἡγουμένου. Λυσίμαχος δὲ τὸν τὴν Περσηίδα (l. Πέρσιν Ἰλίου; Cobet. Scr. Περσίδα) πεποιηκότα φησὶ γράφειν οὕτως· Θησείδαις δ ̓ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆι μεγαλήτορι ποιμένι λαῶν.