Ancient Greek
20 to 22
LYSIMACHUS ALEXANDRINUS, Fragmenta 20-22
Not analysed yet
Λυσίμαχος δέ φησι Δημοφῶντος Ἀθήνησι βασιλεύοντος ἔτους τετάρτου Θαργηλιῶνος [Ἱσταμένου] δωδεκάτῃ (sc. Τὴν τῆς Τροίας ἅλωσιν συμβῆναι). Μεταγειτνιών . . . ὁ β’ μὴν παρ ̓ Ἀθηναίοις οὕτω καλεῖται· ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγειτνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ Περὶ τῶν Ἀθήνησι μηνῶν. Μαιμακτηριὼν, ὁ ε’ μὴν παρ ̓ Ἀθηναίοις. . . ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου· μαιμάκτης δ ̓ ἐστὶν ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης (Λυσιμάχης cod. Venet.) ἐν τῷ Περὶ τῶν Ἀθήνησι μηνῶν· ἀρχὴν δὲ λαβόντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἔχει.