Ancient Greek
2 to 5
LYSIMACHUS ALEXANDRINUS, Fragmenta 2-5
Not analysed yet
Τὸν δὲ ἀριθμὸν τῶν ἐλασθέντων (sc. Ἰουδαίων) τὸν αὐτὸν Λυσιμάχῳ σχεδιάσας (sc. Ἀπίων) —ἕνδεκα γὰρ αὐτοὺς εἶναι φησὶ μυριάδας —κτλ. Καὶ Ἀπολλώνιος ὁ Μόλων καὶ Λυσίμαχος καί τινες ἄλλοι τὰ μὲν ὑπ ̓ ἀγνοίας, τὸ πλεῖστον δὲ κατὰ δυσμένειαν περί τε τοῦ νομοθετήσαντος ἡμῖν Μωυσέως καὶ περὶ τῶν νόμων πεποίηνται λόγους οὔτε δικαίους οὔτε ἀληθεῖς, τὸν μὲν ὡς γόητα καὶ ἀπατεῶνα διαβάλλοντες, τσὺς νόμους δὲ κακίας ἡμῖν καὶ οὐδεμιᾶς ἀρετῆς φάσκοντες εἶναι διδασκάλους. Περὶ δὲ τῆς Εὐρώπης καὶ τῆς Κάδμου εἰς Θήβας παρουσίας Λυσίμαχος ἐν τῇ πρώτῃ τῶν Θηβαϊκῶν παραδόξων (παραδόξως vlgo) συνείλοχε πολλὴν τὴν ὕλην διαφωνοῦσαν (al. Sch. Λυσίμαχος ἐν τῇ Συναγωγῇ τῶν Θηβαϊκῶν παραδόξως ἱστορεῖ). Οἱ δὲ τὴν Σφίγγα Μακαρέως μὲν γενέσθαι γυναῖκα, θυγατέρα δὲ Οὑκαλέγοντος, ἑνὸς τῶν ἐγχωρίων· οὗ τελευτήσαντος κατασχεῖν τὴν Σφίγγα, ἐπαναιρεθῆναι ὑπό τινος Οἰδίποδος συνελθόντος αὐτῇ. Τινὲς δὲ καὶ Λαίου τὴν Σφίγγα παραδιδόασιν, ὡς Λυσίμαχος.