Ancient Greek
Dfhg-Source dfhg3_LYSIMACHUS_ALEXANDRINUS
LYSIMACHUS ALEXANDRINUS, Fragmenta 6
Not analysed yet
Εἰσί γε οἵ φασι τὸ μνῆμα τοῦ Οἰδίποδος ἐν ἱερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ, μεταγαγόντων αὐτὸν ἐκ Κεοῦ τινὸς ἀσήμου χωρίου, καθάπερ ἱστορεῖν φησὶν Ἀρίζηλον Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν ιγ’ [ἐν γ’?] τῶν Θηβαϊκῶν, γράφων οὔτως «Οἰδίπου δὲ τελευτήσαντος, καὶ τῶν φίλων ἐν Θήβαις θάπτειν αὐτὸν διανοουμένων, ἐκώλυον οἱ Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφορὰς, ὡς ὄντος ἀσεβοῦς. Οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας καλούμενον Κεὸν ἔθαψαν αὐτόν. Γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοικοῦσιν ἀτυχημάτων τινῶν, οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφὴν, ἐκέλευον τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐν τῆς χώρας. Οἱ δὲ ἀπορούμενοι τοῖς συμβαίνουσιν, ἀνελόντες ἐκόμισαν εἰς Ἐτεωνόν. Βουλόμενοι δὲ λάθρᾳ τὴν ταφὴν ποιήσασθαι, καταθάπτουσιν νυκτὸς ἐν ἱερῷ Δήμητρος, ἀγνοήσαντες τὸν τόπον. Καταφανοῦς δὲ γενομένου, πέμψαντες οἱ τὸν Ἐτεωνὸν κατοικοῦντες, τὸν θεὸν ἐπηρώτων, τί ποιῶσιν. Ὁ δὲ θεὸς εἶπεν, μὴ κινεῖν τὸν ἱκέτην τῆς θεοῦ. Διόπερ αὐτοῦ τέθαπται. Τὸ δὲ ἱερὸν Οἰδιπόδειον κληθῆναι.»