Ancient Greek
Dfhg-Source dfhg3_LYSIMACHUS_ALEXANDRINUS
LYSIMACHUS ALEXANDRINUS, Fragmenta 23
Not analysed yet
Σκίρα ἑορτὴ παρ ̓ Ἀθηναίοις, ἀφ ̓ ἧς καὶ ὁ μὴν Σκιροφοριών. Φασὶ δὲ οἱ γράψαντες Περί τε ἑορτῶν καὶ μηνῶν Ἀθήνησι, ὧν ἐστὶ καὶ Λυσιμαχίδης, ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφ ̓ ᾧ φερομένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεοβουτάδαι. Σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. Καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν β’ Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν β’ Μεγαρικῶν ἀπὸ Σκίρωνος.