Ancient Greek
Book 1, lines 1.ΒΙΒΛΙΟΝ Α..277-1.ΒΙΒΛΙΟΝ Α..326
Manetho Astrologus, Apotelesmatica 1.ΒΙΒΛΙΟΝ Α..277-326
Not analysed yet
Ἡνίκα δʼ ἡ Κερόεσσα μέσον πόλον ἀμφιβεβῶσα
νυκτερινοῦ θέματος κατὰ μοῖραν ἰοῦσα φαανθῇ,
Ἠέλιος τʼ ἐπίκεντρος ἐν ἀρσενικοῖσι τόποισιν,
γεννῶσιν βασιλῆα, θεὸν βροτὸν ἀνθρώποισιν.
Ἑρμείας δὲ μεσουρανέων, Τιτὰν δὲ σὺν αὐτῷ
αὐτή θʼ ἡ Κερόεσσα καθʼ ὡρονόμοιο τυχοῦσα
ἡμερινοῦ θέματος, βασιληίδος ἐστὶ γενέθλη.
ταῦτα δέ τοι τελέουσιν, ἐπὴν ἐπίκεντροι ἔωσιν,
μηδένα τῶν ὀλοῶν κατεναντίον ἐχθρὸν ἔχοντες.
Ἢν δʼ ἐπὶ μαρτυρίην Ἄρεως ἐλθοῦσʼ Ἀφροδίτη
ὄμμα βάλῃ πανταυγὲς ἐν ἡμερινῇσι λοχείαις,
ἐκ πυρὸς αὐχήσουσι τέχνας μέλανός τε σιδήρου,
ἄκμοσι ῥαιστοτύποις μεμελημένοι ἠδὲ καμίνῳ.
Ἑρμῆς δʼ οἰκείοις ὁπότʼ ἂν κατὰ κύκλα φαανθῇ,
μαρτυρίη δὲ Κρόνοιο κατʼ αἰθέρα τῷδε πελάζῃ,
δὴ τότε ῥήτορας ἄνδρας ἰδʼ ἐν σοφίῃσιν ἀρίστους
ἔσσεσθαι δείκνυσι καὶ ἀστρολόγους θεοφήμους.
εἰ δὲ Σεληναίης ἑλικώπιδος ἄστατος ἀστὴρ
Ἑρμείαν σύμφωνον ἔχοι κατὰ κόσμου ἀταρπόν,
καὶ μούνη Κυθέρεια συνῇ καλῷ Φαέθοντι,
ῥεκτῆρας χρυσοῖο καὶ Ἰνδογενοῦς ἐλέφαντος
ἐργοπόνους ῥέζει καὶ ζωγραφίης μεδέοντας,
εὐφυέας θριγκῶν τε καὶ εὐτυχέας κανονισμῶν
κοσμήτας, μάλα τοι πεπονημένα τεχνάζοντας.
Ζῆνα δʼ ὅτʼ ἂν φαέθοντα βάλῃ λαμπραυγέτις ἀκτὶς
Ἑρμείου, μίγδην τε διαλλάξωσιν ὁρισμούς,
ῥήτορας ἐμφαίνουσι βροτοὺς σοφίης τε κρατίστους
ζηλωτάς, τεύχει τε λόγων νεότητά τε λαμπρὴν
γραμματικὴν ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας.
Μήνης δʼ ἀμφίκερω σκολιὸς δρόμος ἡνίκʼ ἂν ὀφθῇ
Ἄρεος ἀκτίνεσσι πόλου λοξεύματα βαίνων,
Στίλβων δʼ ἀμφʼ αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ
ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας
καὶ θυρέτρων δεινοὺς ἐπανοίκτορας ὀθνειάων,
κλεπτῆρας φαύλους νυκτοπλανέας τελέουσιν·
οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις
εἰς συνοχὰς ἥξουσι σιδηρήεντά τε δεσμά,
εἱρκτὰς δʼ οἰκήσουσι φυλασσόμενοι ἀλύσεσσιν,
ἔν τε βίᾳ θάνατον λείψει κακοεργέι θυμῷ,
ἢ σφαγίοις ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν,
ἢ βρόχον ἀγχονόωντα διʼ αὐχένος ἐνδήσαντες,
πνεῦμά θʼ ἐὸν λείψουσι πικρᾶς Μοίρας ὑπʼ ἀνάγκας.
Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν
ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο,
ναυσιβάτας δείκνυσι καὶ ὕδατος ἵστορας ἄνδρας,
πλωτάρχας σκαφέων, οἳ πολλάκι ναυφθορίῃσιν
χείματος ὀρνυμένοιο βίον σώζουσι διʼ ἅλμης
νηχόμενοι Μοίρῃσιν ὑπὸ τρόμον ἐν πελάγεσσιν.