Ancient Greek
Book 1, lines 1.ΒΙΒΛΙΟΝ Α..327-1.ΒΙΒΛΙΟΝ Α..361
Manetho Astrologus, Apotelesmatica 1.ΒΙΒΛΙΟΝ Α..327-361
Not analysed yet
παμφαίνων δʼ ἀστὴρ κυανοχρώτοιο Κρόνοιο
Ἠελίου σελάεσσιν ἀνʼ οὐρανὸν ἢν ἰσόμοιρος,
τηνίκα φυομέων βρεφέων γεννήτορα πρῶτον
μητέρος εἰς Ἀίδην πέμψει νεκυηπόλος Αἶσα,
κτήματά τʼ ἐκβάλλει πατρώια καὶ μέγαν ὄλβον,
καί τε κασιγνήτων θάνατον ὁρόωσι προόντων,
κἀκ πολλῶν θανάτων πλοῦτον μέγαν αὐξήσουσιν.
ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ
φωτὶ Κρόνου, μάρτυς δʼ ἐπὶ σήματι τῷδε γένηται
καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς οἴχετʼ ἐς Ἅιην,
ἠὲ μογοστοκίῃ δεδαϊγμένη, ἢ ὑπὸ νούσου
αἱμηρῇσι γυναιξὶ φύσις κρύφιʼ ἄλγεʼ ἔδωκεν.
Ἢν Κρόνος ὡρονομῇ, Πυρόεις δύνῃ δὲ κατʼ ἰθύν,
αἴλινος ὅστις ἀνήρ γε βιαιότατον μόρον ἕξει.
Ἠελίῳ τετράγωνος Ἄρης, Μήννῃ δέ τε Φαίνων, δούλους ποιήσει καὶ γονέων στερέσει.
ἢν δʼ ἔτι καὶ Παφίη κατεναντίον Ἄρεος ἔλθῃ,
καὶ ταύτην τετράγωνος ἴδοι Κρόνος ὑψόθεν ἑστώς, ἐκ δούλων δούλους τῇδε νόει ξυνέσει.
ἢ Φαέθων τετράγωνον ἴδοι Κρόνον ἠὲ τρίγωνον,
Ἑρμείας δέ τʼ ἐφʼ ὡρονόμου Μήνη τε σὺν αὐτῷ, εὐτυχὲς ἐσσεῖται τοῦτο θέμʼ ἐκ γενεῆς,
δόξῃ καὶ πλούτῳ καὶ φιλίαις μερόπων.
καὶ Ζεὺς ὡρονομῶν Πυρόεις θʼ ἅμα καὶ τρίτος Ἑρμῆς
Μήνη δʼ ἐκ συνόδοιο Κρόνον φίλον ἀγκαλίσαιτο, εὐπρήκτους ῥέζει καὶ μακαριστοτάτους.
Ἢν δὲ Κρόνος παρόδοισιν ἐπʼ Ἄρηος τόπον ἔλθοι,
ψυχρὸς ἐὼν θερμοῖο, μολὼν τόπῳ οὐ καλοεργός,
ἔσσεται ἀνθρώποις πολλοῦ κακοῦ αἴτιος οὗτος·
λύπας γὰρ στονάχας τε βλάβας τʼ ἄξει μερόπεσσιν.
Ἄρης δʼ ἐν παρόδοισι κατοπτεύσας Κρόνον αἰνὸν
ἐσθλὸς ἔφυ· κτήσεις δʼ ἀγαθῶν καὶ νῖκος ὀπάζει.
Εἴρηται δρόμος οὐράνιος ἀπλανῶν τε πλάνων τε.
Λοιπόν μοι Μοῦσαι δότʼ ἀεῖσαι πλείονα τούτων
εἰς ἑτέραν βίβλον τῷδε μέτρῳ πρὸς ἔπος.