Ancient Greek
Book 6, lines 6.ΒΙΒΛΙΟΝ Ε..1-6.ΒΙΒΛΙΟΝ Ε..41
Manetho Astrologus, Apotelesmatica 6.ΒΙΒΛΙΟΝ Ε..1-41
Not analysed yet
Ἐξ ἀδύτων Ἱερῶν βίβλων, βασιλεῦ Πτολεμαῖε,
καὶ κρυφίμων στηλῶν, ἃς ἤρατο πάνσοφος Ἑρμῆς
σύμβουλον πινυτῆς σοφίης Ἀσκληπιὸν εὑρών,
οὐρανίων τʼ ἄστρων ἰδίαις ἐχάραξε προνοίαις
ἀντιτύπῳ κηρῷ ἀπομαξάμενος, κεκόμισται
ἀνθολόγου μούσης βλύζον δώρημα μελισσῶν,
ᾗ διὰ νύκτα μέλαιναν ὑπʼ οὐρανίων χοροῦ ἄστρων
μοιραίοισι μίτοισι λάλον τὸ μάθημα καθεῦρον·
οὐ γάρ τις τοίης σοφίης ἔτʼ ἐμήσατο κῦδος,
ἢ μοῦνος Πετόσιρις, ἐμοὶ πολὺ φίλτατος ἀνήρ·
οὐ βαιὸς κάματος δʼ οὗτος, Πτολεμαῖε, πέφυκεν.
Ἀνθρώπων γενέσεις, ἃς ἤραρε μυρίος αἰών,
ἐκ στομάτων ἱερῶν ὁ σοφώτατος εἶπεν Ὅμηρος
χείλεσιν ἀμβροσίοις καὶ νεκταρέῃ διανοίῃ
„φύλλα, τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίνεται ὥρη·
ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δʼ ἀπολήγει. ·
„μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται. “
„ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός; “
μύθοις οὐρανίοισι φέρων παρέθηκʼ ἀγελαῖα,
χάλκεα χρυσείοισιν, ἐπεὶ καὶ δόγματα θεῖα
οἷα κόχλῳ χρυσὸς περικείμενός ἐσθ’, ὁ δὲ χρυσὸς
κοσμεῖται κοχλίδεσσιν ἁλὸς περιπορφυρούσαις.
Ἐν πᾶσιν μύθοις καὶ τῇ ἰδίῃ διανοίῃ
εἴρηται πραπίδων κάματος εὐσυνθέτῳ ἔργῳ.
Ὥρῃ ἀκριβοῦται δὲ βροτοῖσι τὰ δόγματα θεῖα,
ἢν δʼ ὥρην ψεύσῃ τι, συνεξώλισθεν ἅπαντα.
Ἀστέρες ἑπτὰ θεοὶ μὲν ἀνʼ οὐρανοῦ ἠέρα πουλύν,
οἳ ζώνας κατέχουσιν ἄνω τὰς ἑπτὰ πόλοιο,
αἰῶνός τε γένος καὶ ῥίζα φύσεως πολυμόρφου,
ζωδιακοῦ κύκλου σφαίρωμʼ ἄνα καγχαλόωσιν
εἰν ἰδίοις ὁρίοις ὑψώμασιν ἠδέ τʼ ἐν οἴκοις·
Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς.
ἐν συνόδῳ, βασιλεῦ, μεγάλους παρέχει βασιλῆας·
αὐτίκα δʼ ἐν συνόδῳ Μακεδὼν βασιλεὺς ἐγενήθη,
ὅν πινυταῖς πραπίδεσσιν ὁμοῦ σκήπτροις ἀνέδειξαν·
καὶ σὺ δέ γʼ ἐν συνόδῳ, ἀλλ’ οὐκ αὐτῇ ἐνὶ ὥρῃ.
Ἠέλιος σατράπας μεσσουρανέων ἐπιδείξει,
καὶ στρατιῆς Ἄρης ἡγήτορας οἷς ἐνὶ οἴκοις,
ἐν δʼ Ἄρεως οἴκοις καὶ Ζεὺς ἀπέφηνε δικαστάς·