Ancient Greek · ~6 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 13
Not analysed yet
VI. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ς' τοιγαράμαχος (τοίγαρ ἄμαχος Α) Μομχειρὶ Μεμφίτης ἔτη οθʹ. Οὗτος ἑρμηνεύεται τὴς ἀνδρὸς περισσομελής. (Buns. leg. :Σεσορχέρης Μεμφίτης, ἔτη οθʹ. Οὗτος ἑρμηνεύεται ἡγήσανδρος· περισσομελής [τοιγὰρ ἄμαχος gloss.]) . Τοῦ δὲ κόσμου ἦν ἔτος γζʹ. VII. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ζʹ Στοῖχος υἱὸς αὐτοῦ· ὅ ἐστιν Ἄρης ἀναίσθητος (Buns. leg. Τοιχαρής, υἱὸς αὐτοῦ, ὅ ἐστιν ἡλιόδετος), ἔτη ςʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος γρξθʹ. VIII. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν ὄγδοος Γοσορμίης, ὅ ἐστιν αἰτησιπαντός (ἐτησιπαντός cod. A. ; Buns. l. :Σεσόρτασις, ὅ ἐστιν Ἡγησίκρατος), ἔτη λʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος γροεʹ. IX. Θηβαίων Αἰγυπτίων ἐβασίλευσεν θʹ Μάρης, υἱὸς αὐτοῦ, ὅ ἐστιν Ἡλιόδωρος, ἔτη κςʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος γσέ. X. (p. 101, D.) Θηβαίων Αἰγυπτίων ιʹ ἐβασίλευσεν Ἀνωϋφίς (Buns. l. Ἄν ἢ Σωϋφίς), ὅ ἐστιν ἐπίκωμος (ἐπίκομος cod. A.) ,ἔτη κʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος γσλαʹ. XI. Θηβαίων Αἰγυπτίων ιαʹ ἐβασίλευσε Σίριος, ὅ ἐστιν υἱὸς κόρης (κόρρης G.) ,ὡς δὲ ἕτεροι ἀβάσκαντος, ἔτη ιηʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, γσναʹ. XII. Θηβαίων Αἰγυπτίων ιβʹ ἐβασίλευσε Χνοῦβος Γνευρός, ὅ ἐστι Χρύσης Χρύσου υἱός (Buns. l. :Χνοῦβος ἢ Γνεῦρος, ὅ ἐστι Χρυσὸς ἢ Χρυσοῦς υἱός), ἔτη κβʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, γσξθʹ. XIII. Θηβαίων Αἰγυπτίων ιγʹ ἐβασίλευσε Ῥαύωσις (Buns. Ῥάσωσις), ὅ ἐστιν ἀρχικράτωρ, ἔτη ιγʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, γσ(??). XIV. Θηβαίων Αἰγυπτίων ιδʹ ἐβασίλευσε Βιύρης, ἔτη ιʹ. Τοῦ δὲ κόσμου ἦν ἔτος, ͵γτδʹ.