Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 14
Not analysed yet
Τετάρτη δυναστεία. Μεμφιτῶν συγγενείας ἑτέρας βασιλεῖς ηʹ. αʹ Σῶρις ἔτη κθʹ. βʹ Σοῦφις ἔτη ξγʹ. Ὃς τὴν μεγίστην ἔγειρε πυραμίδα, ἥν φησιν Ἡρόδοτος (II, 124) ὑπὸ Χέοπος γεγονέναι. Οὗτος δὲ καὶ ὑπερόπτης εἰς θεοὺς ἐγένετο καὶ τὴν ἱερὰν συνέγραψε βίβλον, ἣν ὡς μέγα χρῆμα ἐν Αἰγύπτῳ γενόμενος ἐκτησάμην. γʹ Σοῦφις ἔτη ξςʹ. δʹ Μενχέρης ἔτη ξγʹ. εʹ Ῥατοίσης ἔτη κεʹ. ςʹ Βίχερις ἔτη κβʹ. ζʹ Σεβερχέρης ἔτη ζʹ. ηʹ Θαμφθὶς ἔτη θʹ. Ὁμοῦ ἔτη σοδʹ (σοζʹ cod. B.) Ὁμοῦ τῶν δ' δυναστειῶν μετὰ τὸν κατακλυσμὸν ἔτη, αμςʹ (sc. 769+277) κατ ̓ Ἀφρικανόν.