Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 15
Not analysed yet
Τετάρτη δυναστεία βασιλέων ιζʹ Μεμφιτῶν συγγενείας ἑτέρας βασιλείας. Ὧν τρίτος Σοῦφις, ὁ τὴν μεγίστην πυραμίδα ἐγεί ρας, ἥν φησιν Ἡρόδοτος ὑπὸ Χέοπος γεγονέναι, ὃς καὶ ὑπερόπτης εἰς θεοὺς γέγονεν, ὡς μετανοήσαντα αὐτὸν τὴν ἱερὰν συγγράψαι βίβλον, ἣν ὡς μέγα χρῆμα Αἰγύπτιοι περιέπουσι. Τῶν δὲ λοιπῶν οὐδὲν ἀξιομνημόνευτον ἀνεγράφη. Οἳ καὶ ἐβασίλευσαν ἔτεσιν υμηʹ. Ὁμοῦ τῶν δ' δυναστειῶν μετὰ τὸν κατακλυσμὸν αρϟεʹ (1195=747+448) κατὰ Εὐσέβιον.