Ancient Greek · ~9 min
Dfhg-Source dfhg2_MANETHO_SEBENNYTA
MANETHO SEBENNYTA, Fragmenta 2
Not analysed yet
1. Μετὰ δὲ ταῦτα καὶ περὶ ἐθνῶν Αἰγυπτιακῶν πέντε ἐν τριάκοντα δυναστείαις ἱστορεῖ (sc. Μανεθῶ) τῶν λεγομένων παρ' αὐτοῖς θεῶν καὶ ἡμιθέων καὶ νεκύων καὶ θνητῶν, ὧν καὶ Εὐσέβιος ὁ Παμφίλου μνησθεὶς ἐν τοῖς Χρονικοῖς αὐτοῦ φησὶν οὕτως· 2. «Αἰγύπτιοι δὲ θεῶν καὶ ἡμιθέων καὶ παρὰ τούτοις, νεκύων καὶ θνητῶν ἑτέρων βασιλέων πολλὴν καὶ φλύαρον συνείρουσι μυθολογίαν· οἱ γὰρ παρ ̓ αὐτοῖς παλαιότατοι σεληναίους ἔφασκον εἶναι τοὺς [τψ' μηνιαίους τοὺς] ἐνιαυτοὺς ἐξ ἡμερῶν τριάκοντα συνεκστῶτας, οἱ δὲ μετὰ τούτους ἡμίθεοι ὥρους ἐκάλουν τοὺς ἐνιαυτοὺς τοὺς [ψʹ] τρισμηνιαίους.» 3. Καὶ ταῦτα μὲν ὁ Εὐσέβιος μεμφόμενος αὐτοῖς τῆς φλυαρίας εὐλόγως συνέγραψεν, ὃν ὁ Πανόδωρος οὐ καλῶς, ὡς οἶμαι, ἐν τούτῳ μέμφεται, λέγων, ὅτι ἠπόρησε διαλύσασθαι τὴν ἔννοιαν τῶν συγγραφέων, ἣν αὐτὸς καινότερόν τι δοκῶν κατορθοῦν λέγει· 4. «Ἐπειδὴ ἀπὸ τῆς τοῦ Ἀδὰμ πλάσεως [ἔως] τοῦ Ἐνώχ, ἤτοι τοῦ καθολικοῦ κοσμικοῦ ασπβ', οὔτε μηνὸς οὔτε ἐνιαυτοῦ ἀριθμὸς ἡμερῶν ἐγνωρίζετο, οἱ δὲ ἐγρήγοροι, κατελθόντες ἐπὶ τοῦ καθολικοῦ κασμικοῦ χιλιοστοῦ ἔτους, συναναστραφέντες τοῖς ἀνθρώποις ἐδίδαξαν αὐτοὺς τοὺς κύκλους τῶν δύο φωστήρων δωδεκαζωδίους εἶναι ἐκ μοιρῶν τριακοσίων ἑξήκοντα, οἱ δὲ ἀποβλέψαντες εἰς τὸν περιγειότερον, μικρότερον καὶ εὐδηλότερον τριακονθήμερον σεληνιακὸν κύκλον ἐθέσπισαν εἰς ἐνιαυτὸν ἀριθμεῖσθαι, διὰ τὸ καὶ τὸν τοῦ ἡλίου κύκλον ἐν τοῖς αὐτοῖς δώδεκα ζωδίοις πληροῦσθαι ἐν ἰσαρίθμοις μοίραις τξʹ. Ὅθεν συνέβη τὰς βασιλείας τῶν παρ ̓ αὐτοῖς βασιλευσάντων θεῶν γενεῶν ἓξ ἐν δυναστείαις ἓξ κατὰ ἔτη ἐν σεληνιακοῖς τριακονθημέροις κύκλοις παρ ̓ αὐτοῖς ἀριθμεῖσθαι· ἃ καὶ συνῆξαν σελήνια αʹ ͵απεʹ ἔτη, ἡλιακὰ πξθʹ· ταῦτα δὲ συναριθμούμενα τοῖς πρὸ τῆς τούτων βασιλείας ἡλιακοῖς, ͵ανηʹ ἔτεσι συνάγουσιν ὁμάδα ἐτῶν βκζʹ.» Ὁμοίως δὲ κατὰ τὰς δύο δυναστείας τῶν ἐννέα ἡμιθέων τῶν μηδέποτε γεγονότων ὡς γεγονότων ἔτη σιδ' καὶ ἥμισυ σπουδάζει συνιστᾶν ἀπὸ τῶν ὠνιώρων (l. ωνηʹ ὥρων), ἤτοι τρόπων, ὡς γίνεσθαί φησι σὺν πξθʹ. ͵αρνγʹ (scr. ͵αρπγʹ) καὶ ἥμισυ ἔτη, καὶ συναπτόμενα τοῖς ἀπὸ Ἀδὰμ μέχρι τῆς τῶν θεῶν βασιλείας ανηʹ ἔτεσι συνάγειν ἔτη, ͵βσμβʹ ἕως τοῦ κατακλυσμοῦ. 5. Καὶ ταῦτα μὲν ὁ Πανόδωρος τὰς κατὰ θεοῦ καὶ τῶν θεοπνεύστων γραφῶν Αἰγυπτιακὰς συγγραφὰς συμφωνεῖν αὐταῖς ἀγωνίζεται δεικνύναι, μεμφόμενος τὸν Εὐσέβιον, μὴ εἰδὼς ὅτι καθ ̓ ἑαυτοῦ καὶ τῆς ἀληθείας ἀποδέδεικται ταῦτα αὐτοῦ τὰ ἀναπόδεικτά τε καὶ ἀσυλλόγιστα, εἴ γε . . . οὔτε Βαβυλὼν ἢ Χαλδαικὴ πρὸ τοῦ κατακλυσμοῦ οὔτε ἡ Αἴγυπτος πρὸ τοῦ Μεστρὲμ ἐβασιλεύθη, οἶμαι δ ̓ ὅτι οὐδ ̓ ᾠκίσθη.